Τετάρτη 21 Αυγούστου 2013

Η ΑΞΙΑ ΤΗΣ ΜΑΝΤΙΚΗΣ ΕΝ ΚΑΙΡΩ ΜΕΓΑΛΩΝ ΑΛΛΑΓΩΝ

Τότε δὲ τὴν ὑπατείαν πρὸς τὰ μέλλοντα μικρὸν ἡγούμενος, ἐπτόητο τῇ γνώμῃ πρὸς τὸν Μιθριδατικὸν πόλεμον. Ἀντανίστατο δὲ αὐτῷ Μάριος ὑπὸ δοξομανίας καὶ φιλοτιμίας, ἀγηράτων παθῶν, ἀνὴρ τῷ τε σώματι βαρὺς καὶ ταῖς ἔναγχος ἀπειρηκὼς στρατείαις διὰ γῆρας ἐκδήμων καὶ διαποντίων πολέμων ἐφιέμενος.


Καὶ τοῦ Σύλλα πρὸς τὰς ἐπιλιπεῖς πράξεις ὁρμήσαντος εἰς τὸ στρατόπεδον, αὐτὸς οἰκουρῶν ἐτεκταίνετο τὴν ὀλεθριωτάτην ἐκείνην καὶ ὅσα σύμπαντες οἱ πόλεμοι τὴν ῾Ρώμην οὐκ ἔβλαψαν ἀπεργασαμένην στάσιν, ὡς καὶ τὸ δαιμόνιον αὐτοῖς προεσήμηνε.


Πῦρ μὲν γὰρ αὐτόματον ἐκ τῶν τὰ σημεῖα δοράτων ὑποφερόντων ἀνέλαμψε καὶ κατεσβέσθη μόλις, κόρακες δὲ τρεῖς τοὺς νεοσσοὺς εἰς τὴν ὁδὸν προαγαγόντες
κατέφαγον, τὰ δὲ λείψανα πάλιν εἰς τὴν νεοσσιὰν ἀνήνεγκαν.


Καὶ μυῶν δὲ ἐν ἱερῷ χρυσὸν ἀνακείμενον διαφαγόντων μίαν οἱ ζάκοροι πάγῃ θήλειαν λαμβάνουσιν, ἡ δὲ ἐν αὐτῇ τῇ πάγῃ τεκοῦσα πέντε κατανάλωσε τὰ τρία.


Τὸ δὲ πάντων μέγιστον, ἐξ ἀνεφέλου καὶ διαίθρου τοῦ περιέχοντος ἤχησε φωνὴ σάλπιγγοςὀξὺν ἀποτείνουσα καὶ θρηνώδη φθόγγον, ὥστε πάντας ἔκφρονας γενέσθαι καὶ καταπτῆξαι διὰ τὸ μέγεθος.


Τυρρηνῶν δὲ οἱ λόγιοι μεταβολὴν ἑτέρου γένους ἀπεφαίνοντο καὶ μετακόσμησινἀποσημαίνειν τὸ τέρας.


Εἶναι μὲν γὰρ ὀκτὼ τὰ σύμπαντα γένη, διαφέροντα τοῖς βίοις καὶ τοῖς ἤθεσιν ἀλλήλων,ἑκάστῳ δὲ ἀφωρίσθαι χρόνων ἀριθμὸν ὑπὸ τοῦ Θεοῦ συμπεραινόμενον ἐνιαυτοῦ μεγάλου περιόδῳ. Καὶ ὅταν αὕτη σχῇ τέλος, ἑτέρας ἐνισταμένηςκινεῖσθαί τι σημεῖον ἐκ γῆς ἢ οὐρανοῦ θαυμάσιον, ὡς δῆλον εἶναι τοῖς πεφροντικόσι τὰ τοιαῦτα καὶ μεμαθηκόσιν εὐθὺς ὅτι καὶ τρόποις ἄλλοις καὶ βίοις ἄνθρωποι χρώμενοι γεγόνασι, καὶ Θεοῖς ἧττον ἢ μᾶλλον τῶν προτέρων μέλοντες.


Τά τε γὰρ ἄλλα φασὶν ἐν τῇ τῶν γενῶν ἀμείψει λαμβάνειν μεγάλας καινοτομίαςκαὶ τὴν μαντικὴν ποτὲ μὲν αὔξεσθαι τῇ τιμῇ καὶ κατατυγχάνειν ταῖς προαγορεύσεσι, καθαρὰ καὶ φανερὰ σημεῖα τοῦ δαιμονίου προπέμποντος, αὖθις δ’ ἐν ἑτέρῳ γένει ταπεινὰ πράττειν, αὐτοσχέδιον οὖσαν τὰ πολλὰ καὶ δι’ ἀμυδρῶν καὶ σκοτεινῶν ὀργάνων τοῦ μέλλοντος ἁπτομένην.


Ταῦτα μὲν οὖν οἱ λογιώτατοι Τυρρηνῶν καὶ πλέον τι τῶν ἄλλων εἰδέναι δοκοῦντες ἐμυθολόγουν.


Τῆς δὲ συγκλήτου τοῖς μάντεσι περὶ τούτων σχολαζούσης καὶ καθημένης ἐν τῷ ναῷ τῆς ᾿Ενυοῦςστρουθὸς εἰσέπτη πάντων ὁρώντωντέττιγα φέρων τῷ στόματι, καὶ τὸ μὲν ἐκβαλὼν μέρος αὐτοῦ κατέλιπε, τὸ δὲ ἔχων ἀπῆλθεν.


Ὑφεωρῶντο δὴ στάσιν οἱ τερατοσκόποι καὶ διαφορὰν τῶν κτηματικῶν πρὸς τὸν ἀστικὸν ὄχλον καὶ ἀγοραῖον· φωνάεντα γὰρ τοῦτον εἶναι καθάπερ τέττιγα, τοὺς δὲ χωρίτας ἀρουραίους.
 Πλουτάρχου, Παράλληλοι Βίοι - Βίος Σύλλα.

2 σχόλια:

  1. Χαιρετε συνελληνες, θελω να διευκρινησω οτι την αναρτησιν την πηρα εγω απο το ΠΥΡΙΣΠΟΡΟΣ μπλογκ, απλως παρελειψα να το γραψω.
    http://pyrisporos.blogspot.gr/

    ΑπάντησηΔιαγραφή
  2. Χαίρε κι εσύ αγαπητέ Amfitryon!
    Σε ευχαριστούμε πολύ για την διευκρίνηση!

    ΑπάντησηΔιαγραφή

Σχόλια που δεν συνάδουν με το περιεχόμενο της ανάρτησης, όπως και σχόλια υβριστικά προς τους αρθρογράφους, προσβλητικά σχόλια προς άλλους αναγνώστες σχολιαστές και λεκτικές επιθέσεις προς το ιστολόγιο θα διαγράφονται.