εὗρες ἐπὶ προμολῇσ᾽ ὄρεος τοῦ Παρρασίοιο
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἱ μὲν ἐπ᾽ ὄχθῃς
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος Ἀναύρου,
μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες·
τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη.
Πέντ᾽ ἔσαν αἱ πᾶσαι· πίσυρας δ᾽ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
Τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἥρης ἐννεσίῃσιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,
ἐν δ᾽ ἐβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
Ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
Αἵμῳ ἐπὶ Θρήικι, τόθεν βορέαο κατάϊξ
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα..."
ΚΑΛΛΙΜΑΧΟΥ, ΥΜΝΟΣ ΕΙΣ ΑΡΤΕΜΙΝ, στ. 98 -115
Lynkeas
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σχόλια που δεν συνάδουν με το περιεχόμενο της ανάρτησης, όπως και σχόλια υβριστικά προς τους αρθρογράφους, προσβλητικά σχόλια προς άλλους αναγνώστες σχολιαστές και λεκτικές επιθέσεις προς το ιστολόγιο θα διαγράφονται.