Ο Επιφάνιος δεν απαντά καθόλου στο επίμαχο ερώτημα:
Πως μπορούσε o 80χρονος Ιωσήφ, να έχει νόμιμη γυναίκα του την Μαρία μια εκτός γάμου έγκυο παιδούλα;
.....................................
7. 8 Ἤκουσα γὰρ παρά τινος ὥς τινες τολμῶσι περὶ ταύτης λέγειν
ὅτι μετὰ τὸ γεγεννηκέναι τὸν σωτῆρα συνήφθη ἀνδρί. καὶ οὐ θαυ-
μάζω. ἀεὶ γὰρ ἡ ἄγνοια τῶν μὴ τὰ ἀκριβῆ ἐγνωκότων τῶν θείων
γραφῶν μηδὲ ἱστορίαις προσεγγισάντων, ἀφ' ἑτέρων εἰς ἕτερα τρέπει
καὶ περισπᾷ τὸν ἀπ' ἰδίου νοὸς βουλόμενόν τι περὶ τῆς ἀληθείας
ἰχνηλατεῖν. πρῶτον γὰρ ὅτε ἡ παρθένος παρεδίδοτο τῷ Ἰωσήφ,
εἰς συνάφειαν, εἰ δεῖ τὰ ἀληθῆ λέγειν, ἐπειδὴ χῆρος ἦν. ἀλλὰ διὰ τὸν
νόμον μὲν ἀνὴρ κέκληται τῆς αὐτῆς, κατὰ δὲ τὴν ἀκολουθίαν ἐκ τῆς
τῶν Ἰουδαίων παραδόσεως δείκνυται ὡς οὐχ ἕνεκεν τοῦ ζευχθῆναι
αὐτῷ παρεδίδοτο αὐτῷ ἡ παρθένος, ἀλλ' ὅπως διαφυλαχθείη εἰς
μαρτύριον τῶν ἐσομένων ὅτι οὐ νόθος ἡ τῆς ἐνσάρκου παρουσίας οἰ-
κονομία ἐπεδήμησεν, ἀλλὰ μεμαρτυρημένη ἐν ἀληθείᾳ, ἐκτὸς μὲν
σπέρματος ἀνδρός, ἐν πνεύματι ἁγίῳ οἰκονομηθεῖσα ἐν ἀληθείᾳ.
πῶς γὰρ ἠδύνατο ὁ τοσοῦτος γέρων παρθένον ἕξειν γυναῖκα, ὢν ἀπὸ
πρώτης γυναικὸς χῆρος τοσαῦτα ἔτη;
οὗτος μὲν γὰρ ὁ Ἰωσὴφ ἀδελφὸς γίνεται τοῦ Κλωπᾶ,
ἦν δὲ υἱὸς τοῦ Ἰακώβ, ἐπίκλην δὲ Πάνθηρ καλουμένου·
ἀμφότεροι οὗτοι ἀπὸ τοῦ Πάνθηρος ἐπίκλην γεννῶνται.
ἔσχε δὲ οὗτος ὁ Ἰωσὴφ τὴν μὲν πρώτην αὐτοῦ γυναῖκα ἐκ τῆς φυλῆς Ἰούδα,
καὶ κυΐσκει αὐτῷ αὕτη παῖδας τὸν ἀριθμὸν ἕξ, τέσσαρας μὲν ἄρρενας,
θηλείας δὲ δύο, καθάπερ τὸ εὐαγγέλιον τὸ κατὰ Μάρκον καὶ κατὰ
Ἰωάννην ἐσαφήνισαν.
ἔσχε μὲν οὖν πρωτότοκον τὸν Ἰάκωβον τὸν
ἐπικληθέντα Ὠβλίαν, ἑρμηνευόμενον τεῖχος, καὶ δίκαιον ἐπικληθέντα,
Ναζιραῖον δὲ ὄντα, ὅπερ ἑρμηνεύεται ἅγιος. καὶ πρῶτος οὗτος εἴληφε
τὴν καθέδραν τῆς ἐπισκοπῆς, ᾧ πεπίστευκε κύριος τὸν θρόνον αὐτοῦ
ἐπὶ τῆς γῆς πρώτῳ· ὃς καὶ ἐκαλεῖτο ὁ ἀδελφὸς τοῦ κυρίου, καθάπερ
καὶ ὁ ἀπόστολος συνᾴδει τούτοις, ὧδέ που λέγων «ἕτερον δὲ τῶν ἀπο-
στόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου» καὶ τὰ
ἑξῆς. ἀδελφὸς δὲ τοῦ κυρίου οὗτος καλεῖται διὰ τὸ ὁμότροφον, οὐχὶ
κατὰ φύσιν, ἀλλὰ κατὰ χάριν.
Μαρία μὲν γὰρ ὁρμασθεῖσα τῷ Ἰωσὴφ
ἐδόκει γυνὴ εἶναι τοῦ ἀνδρός, μὴ ἔχουσα πρὸς αὐτὸν σωμάτων συνά-
φειαν. ἐκ ταύτης δὲ τῆς ὑποθέσεως ἡ γειτνίασις ἀγχιστείας τῶν υἱῶν
Ἰωσὴφ πρὸς τὸν σωτῆρα ἐν ἀδελφῶν τάξει κέκληται, μᾶλλον δὲ καὶ
ἐλογίσθη· ὡς γὰρ καὶ αὐτὸς ὁ Ἰωσὴφ μὴ σχὼν κοινωνίαν πρὸς τὴν
γέννησιν τὴν κατὰ σάρκα τοῦ σωτῆρος ἐν τάξει πατρὸς λογίζεται κατ'
οἰκομονίαν, καθὼς λέγει Λουκᾶς ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ τοῦ σω-
τῆρος ὅτι «ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσήφ», ὡς καὶ αὐτὴ ἡ Μαριὰμ
ἔφη πρὸς αὐτὸν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ «ἰδού, ἐγὼ καὶ ὁ
πατήρ σου ἐζητοῦμέν σε ὀδυνώμενοι». τίς οὖν ἂν εἴποι τὸν Ἰωσὴφ
πατέρα τοῦ κυρίου, ὃς οὐδὲν πρὸς αὐτὸν εἶχεν αἴτιον, μάλιστα τῆς
ἐνσάρκου παρουσίας ἐκτὸς σπέρματος ἀνδρὸς ὑπαρχούσης; ἀλλὰ διὰ
τῆς οἰκονομίας τοῦτον εἴληφε τὸν κλῆρον τὰ πράγματα.
8. 8 Τίκτει μὲν τοῦτον τὸν Ἰάκωβον ἐγγύς που περὶ ἔτη γεγονὼς
τεσσαράκοντα, πλείω ἐλάσσω. μετ' αὐτὸν δὲ γίνεται παῖς Ἰωσῆ
καλούμενος. εἶτα μετ' αὐτὸν Συμεών, ἔπειτα Ἰούδας, καὶ δύο θυγατέρες.
μετὰ ἔτη πολλὰ λαμβάνει τὴν Μαρίαν χῆρος, κατάγων ἡλικίαν περί
που ὀγδοήκοντα ἐτῶν καὶ πρόσω ὁ ἀνήρ. καὶ μετὰ ταῦτα λαμβάνει τὴν
Μαρίαν, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ λέγει· «μνηστευθείσης» γάρ φησι «τῆς
Μαρίας», καὶ οὐκ εἶπε γαμηθείσης. καὶ πάλιν ἄλλοτε «οὐκ ᾔδει αὐτήν»·
θαυμάσαι δὲ ἔστιν ἐπὶ πᾶσιν οἷς † αἱ προφάσεις θηρῶνται αἱ πονηραί,
καὶ ὧν οὐκ ἔστι χρεία ἐρευνᾶν τὰς αἰτίας καὶ ζητεῖν τὰ μὴ ζητούμενα,
- Epiphanius Scr. Eccl., Panarion (= Adversus haereses) (2021: 002)
“Epiphanius, Bände 1–3: Ancoratus und Panarion”, Ed. Holl, K.
Leipzig: Hinrichs, 1:1915; 2:1922; 3:1933; Die griechischen christlichen Schriftsteller 25, 31, 37.
Volume 3, page 458, line 6
http://greatlie.com/index.php/el/xristianismos/kaini-diathiki/2252-o-80xronos-iosif-den-mporouse-na-exei-nomimi-gunaika-mia-egkuo-paidoula
12 ετων ηταν οταν εμεινε εγκυος
ΑπάντησηΔιαγραφή